ΤΡΟΠΟΣ ΕΙΣΔΟΧΗΣ ΤΩΝ ΑΙΡΕΤΙΚΩΝ


 

Αποστολικός Κανὼν ΞΗ´

Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, δευτέραν χειροτονίαν δέξηται παρά τινος, καθαιρείσθω καὶ αὐτός, καὶ ὁ χειροτονήσας· εἰ μή γε ἄρα συσταίη, ὅτι παρὰ αἱρετικῶν ἔχει τὴν χειροτονίαν.
Τοὺς γὰρ παρὰ τῶν τοιούτων βαπτισθέντας ἢ χειροτονηθέντας, οὔτε πιστούς, οὔτε κληρικοὺς εἶναι δυνατόν.

Α’ Οικουμενική Κανὼν ΙΘ'

Περὶ τῶν παυλιανισάντων, εἶτα προσφυγόντων τῇ καθολικῇ ἐκκλησίᾳ, ὅρος ἐκτέθειται ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. Εἰ δέ τινες τῷ παρεληλυθότι χρόνῳ, ἐν τῷ κλήρῳ ἐξητάσθησαν, εἰ μὲν ἄμεμπτοι καὶ ἀνεπίληπτοι φανεῖεν ἀναβαπτισθέντες, χειροτονείσθωσαν ὑπὸ τοῦ τῆς καθολικῆς ἐκκλησίας ἐπισκόπου. Εἰ δὲ ἡ ἀνάκρισις ἀνεπιτηδείους αὐτοὺς εὑρίσκοι, καθαιρεῖσθαι αὐτοὺς προσήκει. Ὡσαύτως δὲ καὶ περὶ τῶν διακονισσῶν, καὶ ὅλως περὶ τῶν ἐν τῷ κλήρῳ ἐξεταζομένων, ὁ αὐτὸς τύπος παραφυλαχθήσεται. Ἐμνήσθημεν δὲ τῶν διακονισσῶν τῶν ἐν τῷ σχήματι ἐξετασθεισῶν, ἐπεὶ μηδὲ χειροθεσίαν τινὰ ἔχουσιν, ὥστε ἐξάπαντος ἐν τοῖς λαϊκοῖς αὐτὰς ἐξετάζεσθαι.

Β’ Οικουμενική Κανὼν Ζ'

Τοὺς προστιθεμένους τῇ ὀρθοδοξίᾳ, καὶ τῇ μερίδι τῶν σῳζομένων, ἀπὸ αἱρετικῶν, δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν, καὶ συνήθειαν. Ἀρειανοὺς μὲν, καὶ Μακεδονιανούς, καὶ Σαββατιανούς, καὶ Ναυατιανούς, τοὺς λέγοντας ἑαυτοὺς Καθαροὺς καὶ Ἀριστερούς, καὶ τοὺς Τεσσαρεσκαιδεκατίτας, εἴτουν Τετραδίτας, καὶ Ἀπολλιναριστάς, δεχόμεθα διδόντας λιβέλλους, καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν, μὴ φρονοῦσαν, ὡς φρονεῖ ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, καὶ σφραγιζομένους, ἤτοι χριομένους, πρῶτον τῷ ἁγίῳ μύρῳ τό τε μέτωπον, καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς ῥίνας, καὶ τὸ στόμα, καὶ τὰ ὦτα· καὶ σφραγίζοντες αὐτούς, λέγομεν· Σφραγὶς δωρεὰς Πνεύματος ἁγίου. Εὐνομιανοὺς μέντοι τοὺς εἰς μίαν κατάδυσιν βαπτιζομένους, καὶ Μοντανιστάς, τοὺς ἐνταῦθα λεγομένους Φρύγας, καὶ Σαβελλιανούς, τοὺς υἱοπατορίαν διδάσκοντας, καὶ ἕτερά τινα καὶ χαλεπὰ ποιοῦντας, καὶ τὰς ἄλλας πάσας αἱρέσεις· (ἐπειδὴ πολλοί εἰσιν ἐνταῦθα, μάλιστα οἱ ἀπὸ τῶν Γαλατῶν χώρας ὁρμώμενοι), πάντας τοὺς ὑπ' αὐτῶν θέλοντας προστίθεσθαι τῇ ὀρθοδοξίᾳ, ὡς Ἕλληνας δεχόμεθα· καὶ τὴν πρώτην ἡμέραν ποιοῦμεν αὐτοὺς Χριστιανούς, τὴν δὲ δευτέραν κατηχουμένους· εἶτα τῇ τρίτῃ ἐξορκίζομεν αὐτούς, μετὰ τοῦ ἐμφυσᾷν τρίτον εἰς τὸ πρόσωπον, καὶ εἰς τὰ ὦτα, καὶ οὕτω κατηχοῦμεν αὐτούς, καὶ ποιοῦμεν χρονίζειν εἰς τὴν ἐκκλησίαν, καὶ ἀκροᾶσθαι τῶν γραφῶν, καὶ τότε αὐτοὺς βαπτίζομεν. 


 Ζ’ Οικουμενικής "Σημείωσε όμως ότι οι εικονομάχοι ούτοι και πάντες οι άλλοι αιρετικοί, των οποίων τα χειροτονίας εδέχθη ποτέ η Εκκλησία, κατ' ΟΙΚΟΝΟΜΙΑΝ και ΣΥΓΚΑΤΑΒΑΣΙΝ και όχι κατά ΑΚΡΙΒΕΙΑΝ, ούτοι , λέγω, ήσαν ορθώς και κατά τον τύπον της Ορθοδόξου Εκκλησίας βεβαπτισμένοι.
Δι' ό και η Εκκλησία, καθώς εδέχθη το βάπτισμα αυτών, ούτως ακολούθως εδέχθη και τας αυτών χειροτονίας... ".(σελ. 582 )

Και η Οικουμενικη δε Ζ΄ συνοδος, ει και εδέχθη τας χειροτονιας των αιρετικών Εικονομάχων (ουχί όμως των πρωταρχων της αιρέσεως, και των εμπαθως εγκειμενων και μη γνησίως και αληθώς μετανοουντων, ως ειπεν ο θείος Ταρασιος· αλλά των ακολουθησαντων τοίς πρωταρχαις, και ΑΛΗΘΩΣ ΚΑΙ ΓΝΗΣΙΩΣ ΜΕΤΑΝΟΟΥΝΤΩΝ...) και τους παρ' αυτών χειροτονηθεντας, πάλιν δεν ανεχειροτονησεν ορθοδοξησαντας καθώς φαίνεται εν τη α. πραξει αυτής, αλλά τουτο ΟΙΚΟΝΟΜΙΚΩΣ εποίησε δια το πολύ πλήθος όπου τότε επεπολαζε των εικονομάχων. Καθώς και η Οικουμενικη Β'. τινών αιρετικών δι' οικονομία εδέχθη το βαπτισμα, ως προειπομεν. Όθεν ως μη ορον την τοιαυτην ΚΑΙΡΙΚΗΝ και ΠΕΡΙΣΤΑΤΙΚΗΝ ΟΙΚΟΝΟΜΙΑΝ ποιησαμενη, ουκ εναντιουται εις τον παρόντα Αποστολικο Κανόνα.  σελ 91

Σχόλια